Add parallel Print Page Options

Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ [a]ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο [b]διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ [c]οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα [d]τούτῳ, καὶ [e]αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ [f]γινόμεναι; οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς [g]τῆς Μαρίας [h]καὶ ἀδελφὸς Ἰακώβου καὶ [i]Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. [j]καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς [k]συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἐδύνατο ἐκεῖ [l]ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν· καὶ [m]ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν.

Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων. καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ [n]ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ [o]ἐνδύσησθε δύο χιτῶνας. 10 καὶ ἔλεγεν αὐτοῖς· Ὅπου [p]ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 καὶ [q]ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον [r]αὐτοῖς. 12 Καὶ ἐξελθόντες [s]ἐκήρυξαν ἵνα [t]μετανοῶσιν, 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ [u]ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων [v]ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· 15 ἄλλοι [w]δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι [x]προφήτης ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ [y]ὁ Ἡρῴδης [z]ἔλεγεν· Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος [aa]ἠγέρθη.

17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ [ab]ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον [ac]ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς [ad]αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης [ae]καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, [af]εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· 23 καὶ ὤμοσεν [ag]αὐτῇ· [ah]Ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 24 [ai]καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· Τί [aj]αἰτήσωμαι; ἡ δὲ εἶπεν· Τὴν κεφαλὴν Ἰωάννου τοῦ [ak]βαπτίζοντος. 25 καὶ εἰσελθοῦσα [al]εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα [am]ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς [an]ἀνακειμένους οὐκ ἠθέλησεν [ao]ἀθετῆσαι αὐτήν· 27 καὶ [ap]εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν [aq]ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. [ar]καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:1 ἔρχεται WH Treg NIV ] ἦλθεν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 διδάσκειν ἐν τῇ συναγωγῇ WH Treg NIV ] ἐν τῇ συναγωγῇ διδάσκειν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 οἱ WH ] – Treg NIV RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 τούτῳ WH Treg NIV ] αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 αἱ WH NIV ] – Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 γινόμεναι WH Treg NIV ] γίνονται RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:3 τῆς WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:3 καὶ ἀδελφὸς WH Treg NIV ] ἀδελφὸς δὲ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:3 Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:4 καὶ ἔλεγεν WH Treg NIV ] Ἔλεγεν δὲ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:4 συγγενεῦσιν αὐτοῦ WH Treg NIV ] συγγενέσιν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:5 ποιῆσαι οὐδεμίαν δύναμιν WH Treg NIV ] οὐδεμίαν δύναμιν ποιῆσαι RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:6 ἐθαύμαζεν Treg NIV RP ] ἐθαύμασεν WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:8 ἄρτον μὴ πήραν WH Treg NIV ] πήραν μὴ ἄρτον RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:9 ἐνδύσησθε Treg NIV RP ] ἐνδύσασθαι WH
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:10 ἐὰν WH NIV RP ] ἂν Treg
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 ὃς ἂν τόπος μὴ δέξηται WH Treg NIV ] ὅσοι ἂν μὴ δέξωνται RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 αὐτοῖς WH Treg NIV ] + Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:12 ἐκήρυξαν WH Treg NIV ] ἐκήρυσσον RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:12 μετανοῶσιν WH Treg NIV ] μετανοήσωσιν RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἔλεγον WH NIV ] ἔλεγεν Treg RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἐγήγερται ἐκ νεκρῶν WH Treg NIV ] ἐκ νεκρῶν ἠγέρθη RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 δὲ WH Treg NIV ] – RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 προφήτης WH Treg NIV ] + ἐστίν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 WH Treg NIV ] – RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἔλεγεν WH Treg NIV ] εἶπεν ὅτι RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἠγέρθη WH NA ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:20 ἠπόρει WH NIV ] ἐποίει Treg RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:21 ἐποίησεν WH Treg NIV ] ἐποίει RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 αὐτῆς τῆς Treg RP ] αὐτοῦ WH NIV
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 καὶ ἀρεσάσης RP ] ἤρεσεν WH Treg NIV
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 εἶπεν ὁ βασιλεὺς NIV RP ] ὁ δὲ βασιλεὺς εἶπεν WH Treg
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:23 αὐτῇ WH Treg NIV RP ] + πολλά NA
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:23 Ὅ τι NIV ] Ὅτι WH; ὅτι Ὃ Treg RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 καὶ WH Treg NIV ] Ἡ δὲ RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 αἰτήσωμαι WH Treg NIV ] αἰτήσομαι RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 βαπτίζοντος WH Treg NIV ] βαπτιστοῦ RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:25 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:25 ἐξαυτῆς δῷς μοι WH Treg NIV ] μοι δῷς ἐξαυτῆς RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:26 ἀνακειμένους WH Treg NIV ] συνανακειμένους RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:26 ἀθετῆσαι αὐτήν WH Treg NIV ] αὐτὴν ἀθετῆσαι RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 ἐνέγκαι WH Treg NIV ] ἐνεχθῆναι RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 καὶ WH Treg NIV ] Ὁ δὲ RP